In lieu of an abstract, here is a brief excerpt of the content:

  • Χαρισ Ἀντι ΧαριτωνAD Societatem Canadensem Studiorum Antiquorum
  • Bonnie MacLachlan

ὦ ἄνδρες τε καὶ γυναῖκες (διδάσκαλοι καὶ µαθῆται) τῶν πραγµάτων τῶν ἀρχαίων ἐν τοῖς τῆς Καναδῆς καὶ τοῖς ἄλλοθι φροντιστηρίοις•

ἐν τούτῳ τῷ ἐγκωµίῳ τόλµα τε καὶ ἀµφιλαφὴς δύναµις ἕσποιτο.1 τοῖς θεοῖς εὔχοµαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχουσα ἐγὼ διατελῶ τῇ τῶν ἀρχαίων µελέτῃ καὶ πᾶσιν ὑµῖν τοσαύτην ὑπάρξαι µοι ε ἰς τουτονὶ τὸν ἀγῶνα.2

τήµερον ἔν γε τῷ ἔτει τ ῷ πρὸ τῆς ἐπιγινοµένης Ὀλυµπιάδος ἥ ἐν τ ῇδε τῇ πόλει ἐφορµηθήσεται, ἄρχοντος τοῦ Στεφάνου Κιθαρίστου,

τίνα θεόν, τίν’ ἥρωα, τίνας δ’ ἄνδρας ἢ γυναῖκας κελαδήσοµεν;

ἤτοι ἡ πόλις ἡ ἐπιφανὴς µὲν Διός3 οἱ ἥρωες, πάντες οἱ τοῦ αὐτόθι φρον-τιστηρίου, ξένοι τε καὶ ξέναι.

ἀκριβῶς δὴ βεβαβλίσµεθα, ἀπὸ τῆς ἀρχῆς εἰς τὸ τέλος,4 ἡ γὰρ παρασκευή, τὸ ἐν τῷ κοσµίκῳ ἀραχνίῳ χωρίον,5 ἡ τῶν διαλλαγῶν τάξις, τὰ ὄψα τε καὶ δεῖπνα, πάνυ γε ἔκπαγλα.

οὐδέ µ’ ἐλάθοντο ο ἰ ἥρωες, ο ἵ θεράποντες καὶ αἱ θεράπαιναι τ ῆς κοινωνίας• πρῶτον µὲν ο ἱ πάλαι θεράποντες, ὁ Σµυρναῖος6 χρηστῶς ἡγηµένος, ἥ τε Πελειάδης7 ἡ ταµίας πιστοτάτη. ἔπειτα δὴ ὁ ἐπιὼν ἡγεµών, ὁ Ἐδµονδιάδης δεινός8 ἡ τ’ ὁρεσίτροφος δρῦς.9 εἴη µὴν τώδε τοῦτον ὑψοῦ [End Page 81] χρόνον πατεῖν.10

πολλῶν µὲν ο ὖν καλῶν λόγων ἐνόντων περὶ τὴς ὑποθέσεως ταύτης, ἐµοὶ δ’ ἀµφότερα συµβουλεύει παύσασθαι λεγούς, καὶ τὸ µῆκος τοῦ λόγου11 καὶ αἱ τοῦ συλλόγου ῥήσεις ἀληθῶς πυκναί. τέλος οὖν ἐγκωµιάζωµεν τοῦς ἡµῖν ἐργάτας, πάντας καὶ πάσας• ε ἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, µελιγάρυες ὕµνοι ὑστέρων ἀρχὰ λόγων τέλλεται.12 [End Page 82]

Bonnie MacLachlan
Department of Classical Studies
University of Western Ontario
bmacl@uwo.ca

Footnotes

Editors’ note: This is a corrected reprinting of Professor MacLachlan’s gratiarum actio originally presented at the 2009 CAC conference hosted by the University of British Columbia and printed with numerous errors in Mouseion 9.1.

1. Cf. Pind. Ol. 9.82-83.

2. Cf. Dem. De cor. 1.

3. Cf. Pind. Ol. 2.2: τίνα θεόν, τίν’ ἥρωα τίνα δ ’ ἄνδρα κελαδήσοµεν; ἤτοι Πίσα µὲν Διός.

4. This acknowledges the watchful eye and diligent supervision of Leanne Bablitz.

5. Aka http://cnrsconferences.arts.ubc.ca/.

6. Aka J. Murray.

7. Aka A. Robinson.

8. Aka J. Edmondson

9. Aka I. Holmberg.

10. Cf. Pind. Ol. 1.115: εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν.

11. Cf. Isoc. On the Peace 145.

12. Cf. Pind. Ol. 11.4.

...

pdf

Share