In lieu of an abstract, here is a brief excerpt of the content:

  • ΧΑΡΙC ἈΝΤΙ ΧΑΡΙΤωΝ
  • Bonnie MacLachlan

Ad Societatem Canadensem Studiorum Antiquorum A° MMIX a Bonnie MacLachlan

ὦ ἄνδρεϲ τε καὶ γυναῖκεϲ (διδάϲκαλοι καὶ μαθῆται) τῶν πραγμάτων τῶν ἀρχαίων ἐν τοῖϲ τῆϲ Καναδῆϲ καὶ τοῖϲ ἄλλοθι φροντιϲτηρίοιϲ.

ἐν τ ἐ τόλμα τε καὶ ἀμφιλαφὴϲ δύναμιϲ ἕϲποιτο.1 τοῖϲ θεοῖϲ εὔχομαι πᾶϲι καὶ πάϲαιϲ, ὅϲην εὔνοιαν ἔχουϲα ἐγὼ διατελῶ τ τῶν ἀρχαίων καὶ πᾶϲιν ὑμῖν τοϲαύτην ὑπάρξαι μοι εἰϲ τουτονὶ τὸν ἀγῶνα.2

τήμερον ἔν γε τ ἔτει τ πρὸ τῆϲ ἐπιγινομένηϲ Ὀλυμπιάδοϲ ἥ ἐν τδε τ πόλει ἐφορμηθήϲεται, ἀρχούντοϲ τοῦ Ϲτεφάνου Κιθαρίστου,

τίνα θεόν, τίν’ ἥρωα, τίναϲ δ’ ἄνδραϲ ἢ γυναῖκαϲ κελαδήϲομεν;

ἤτοι ἡ πόλιϲ ἡ ἐπιφανὴϲ μὲν Διόϲ.3οἱ ἥρωεϲ, πάντεϲ οἱ τοῦ αὐτόθι φροντιϲτηρίου, ξένοι τε καὶ ξέναι.

ἀκριβῶϲ δὴ βεβαβλίϲμεθα, ἀπὸ τῆϲ ἀρχῆϲ εἰϲ τὸ τέλοϲ,4ἡ γὰρ παραϲκευή, τὸ ἐν τ κοϲἀραχνί χωρίον,5ἡ τῶν διαλλαγῶν τάξιϲ, τὰ ὄψα τε καὶ δεῖπνα, πάνυ γε ἔκπαγλα.

οὐδέ μ’ ἐλάθοντο οἰ ἥρωεϲ, οἵ θεράποντεϲ καὶ αἱ θεράπαιναι τῆϲ κοινωνίαϲ· πρῶτον μὲν οἱ πάλαι θεράποντεϲ, ὁ Ϲμυρναῖοϲ.6χρηϲτῶϲ ἡγημένοϲ, ἥ τε Πελειάδηϲ 7ἡ ταμίαϲ πιϲτοτάτη. ἔπειτα δὴ [End Page 67] ὁ ἐπιὼν ἡγεμών, ὁ Ἐδμονδιάδηϲ δεινόϲ ἡ τ’ ὁρεϲίτροφοϲ δρῦϲ.8εἴη μὴν τώδε τοῦτον ὑψοῦ χρόνον πατεῖν.9

πολλῶν μὲν οὖν καλῶν λόγων ἐνόντων περὶ τὴϲ ὑποθέϲεωϲ ταύτηϲ, ἐμοὶ δ’ ἀμφότερα ϲυμβουλεύει παύϲαϲθαι λεγούϲ, καὶ τὸ μῆκοϲ τοῦ λόγου10καὶ αἱ τοῦ ϲυλλόγου ῥήϲειϲ ἀληθῶϲ πυκναί. τέλοϲ οὖν ἐγκωμιάζωμεν τοῦϲ ἡμῖν ἐργάταϲ, πάνταϲ καὶ πάϲαϲ· εἰ δὲ ϲὺν πόνϲ εὖ πράϲϲοι, μελιγάρυεϲ ὕμνοι ὑϲτέρων ἀρχὰ λόγων τέλλεται.11 [End Page 68]

Bonnie MacLachlan
Department of Classical Studies
University of Western Ontario London, ON N6A 3K7 bmacl@uwo.ca

Footnotes

1. Cf. Pindar, Olympian 9.82–83.

2. Cf. Demosthenes, Περὶ τοῦ Ϲτεφάνου 1.

3. Cf. Pindar, Olympian 2.2: τίνα θεόν, τίν’ ἥρωα τίνα δ’ ἄνδρα κελαδήϲομεν; ἤτοι Πίϲα μὲν Διόϲ.

4. This acknowledges the watchful eye and diligent supervision of Leanne Bablitz.

5. Aka http://cnrsconferences.arts.ubc.ca/ .

6. Aka J. Murray.

7. Aka A. Robinson.

8. Aka I. Holmberg.

9. Cf. Pindar, Olympian 1.115: εἴη ϲέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν.

10. Cf. Isocrates, Περὶ Εἰρήνηϲ 145.

11. Cf. Pindar, Olympian 11.4.

...

pdf

Share